Πάρε αιθιοπικό κύμινο και λίπος από μια ποικιλόχρωμη κατσίκα και μετά βάλε την προσφορά μαζί, για την Σελήνη την 13η και 14η, σε πήλινο θυμιατό με κάρβουνα, σε ένα ψηλό σημείο στο δωμάτιο. Πες:
δεῦρ', Ἑκάτη, γιγάεσσα, Διώνης ἡ μεδέουσα, Περσία, Βαυβώ, Φρούνη, ἰοχέαιρα, ἀδμήτη, Λυδή,ἀδαμάστωρ, εὐπατόρεια, δᾳδοῦχε, ἡγεμόνη, κατακαμψυψαύχενε, Κούρη· κλῦθι, διαζεύξασα πύλας ἀλύτου ἀδάμαντος, Ἄρτεμι, ἣ καὶ πρόσθεν ἐπίσκοπος ἦσθα, μεγίστη, πότνια, ῥηξίχθων, σκυλακάγεια, πανδαμάτειρα, εἰνοδία, τρικάρανε, φαεσφόρε, παρθένε σεμνή· σὲ καλῶ, ἐλλοφόνα, δολόεσσα, Ἀυδναία, πολύμορφε· δεῦρ', Ἑκάτη, τριοδῖτι, πυρίπνοα φάσματ' ἔχουσα χἀτ' ἔλαχες δεινὰς μὲν ὁδούς, χαλεπὰς δ' ἐπιπομπάς· τὰν Ἑκάταν σε καλῶ σὺν ἀποφθιμένοισιν ἀώροις, κεἴ τινες ἡρώων ἔθανον ἀγύναιοί τε ἄπαιδες, ἄγρια συρίζοντες, ἐπὶ φρεσὶ θυμὸν ἔδοντες, οἱ δέ· ἀνέμων εἴδωλον ἔχοντες· στάντες ὑπὲρ κεφαλῆς τῆς δεῖνα ἀφέλεσθε αὐτῆς τὸν γλυκὺν ὕπνον, μηδέποτε βλέφαρον βλεφάρῳ κολλητὸν ἐπέλθοι, τειρέσθω δ' ἐπ' ἐμαῖς φιλαγρύπνοισι μερίμναις. εἰ δέ τιν' ἄλλον ἔχουσ' ἐν κόλποις κατάκειται, κεῖνον ἀπωσάσθω, ἐμὲ δ' ἐν φρεσὶν ἐνκαταθέσθω καὶ προλιποῦσα τάχιστα ἐπ' ἐμοῖς προθύροισι παρέστω, δαμνομένη ψυχῇ ἐπ' ἐμῇ φιλότητι καὶ εὐνῇ. ἀλλὰ σύ, ὦ Ἑκάτη, πολυώνυμε, παρθένε, Κούρα, ἐλθέ, θεά, κέλομαι, ἅλωος φυλακὰ καὶ ἰωγή, Περσεφόνα, τρικάρανε, πυρίφοιτε, βοῶπι, βουορφορβη, πανφόρβα, φορβαρα· Ἀκτιωφι, Ἐρεσχιγάλ Νεβουτοσουαληθ· παρὰ θυραῖς πυπυληδεδεζω ῥηξιπύλη τε. δεῦρ' Ἑκάτη, πυρίβουλε, καλῶ σε ἐπ' ἐμαῖς ἐπαοιδαῖς· μασκελλι μασκελλω· φνουκενταβαωθ· ὀρεοβαζάγρα ῥηξίχθων ϊπποχθων· ὀρεοπηγανύξ· μορμορον τοκουμβαι (κοινόν)· μαινομένη ἡ δεῖνα ἥκοι ἐπ' ἐμαῖσι θύραισι τάχιστα, ληθομένη τέκνων συνηθείης τε τοκήων καὶ στυγέουσα τὸ πᾶν ἀνδρῶν γένος ἠδὲ γυναικῶν ἐκτὸς ἐμοῦ, τοῦ δεῖνα, μόνον με δ' ἔχουσα παρέστω, ἐν φρεσὶ δαμνομένη κρατερῆς ὑπ' ἔρωτος ἀνάγκης. θενωβ· τιθεληβ· ηνωρ· τενθηνωρ· πολυώνυμε, κυζαλεουσα παζαους. διὸ καλλιδηχμα καὶ σαβ φλέξον ἀκοιμήτῳ πυρὶ τὴν ψυχὴν τῆς δεῖνα. καὶ Ὠρίων καὶ ὁ ἐπάνω καθήμενος Μιχαήλ· ἑπτὰ ὑδάτων κρατεῖς καὶ γῆς, κατέχων, ὃν καλέουσι δράκοντα μέγαν ακροκοδηρε μουϊσρω Χαρχαρ Ἀδωναί, Ζεῦ δη Δαμναμενεῦ κυνοβιου εζαγρα· κοινόν. Ἰὼ πασικράτεια καὶ Ἰὼ πασιμεδέουσα· Ἰὼ παντρεφέουσα Ζηλαχνα· καὶ σααδ· σαβιωθη· νουμιλλον· ναθομεινα· ἀεὶ κεινηθ· ἄλκιμος Θησεὺς ονυξ, περίφρον Δαμναμενεύς, ἀμυναμένη, αλκυια θεά, νέκυια, Περσία σεβαρα, ακρα. σπεῦδε τάχιστα, ἤδη ἐπ' ἐμαῖσι θύραισι παρέστω (κοινόν).